Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἄρτιον νενεμημένου παντὸς ἀριθμοῦ καὶ τὸ
περιττὸν τὸν ἡ μὲν μονὰς ἀμφοτέρων ἐπίκοινός ἐστι τῇ δυνάμει ( διὸ καὶ προστιθεμένη τὸν μὲν
περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δ᾽ ἄρτιον περιττόν) [p. 10] ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦ τὰ
τρία ποιοῦνται , τὰ δὲ πέντε γεννᾶται τούτων πρὸς ἀλλήλους μιγνυμένων
εἰκότως; ἔσχηκε τιμὴν πρῶτος ἐκ πρώτων ἀποτελούμενος, καὶ γάμος
ἐπωνόμασται τῇ τοῦ ἀρτίου πρὸς τὸ θῆλυ
περιττοῦ δ᾽ αὖ πρὸς τὸ ἄρρεν ὁμοιότητι: ταῖς γὰρ εἰς ἴσα τομαῖς
τῶν ἀριθμῶν, ὁ μὲν ἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν
ἀρχὴν οἷον ἐν ἑαυτῷ καὶ χώραν, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.