μιξοβόαν γὰρ Αἰσχύλος 1 φησὶ πρέπειτῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν. ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι: καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει καὶ σπουδῇ καὶ μανίᾳ προσφέροντες 3 ἀνωμαλίαν, ‘εὔιον ὀρσιγύναικα 4 μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς’ ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες. ἐπεὶ δ᾽ οὐκ ἴσος ’
διθύραμβον ὁμαρτεῖν
σύγκωμον 2 Διονύσῳ;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.