previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, χρόνος μεταβολὴν οὐδὲ εἷς, ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, 1 ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, χρόνος: οὗ γε δὴ τὸ μὲνἔπειτακαὶ τὸπρότερονκαὶ τὸἔσταιλεγόμενον καὶ τὸγέγονεν’ , αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος: τὸ γὰρ ἐν τῷ εἶναι τὸ μηδέπω γεγονὸς πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες 2 τοῦ χρόνου, τὸἐνέστηκεκαὶ τὸπάρεστικαὶ τὸνῦνφθεγγόμεθα, τοῦτ᾽ αὖ πάλιν ἅπαν 3 ἐκλυόμενος 4 λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ ἀκμὴ βουλομένοις 5 ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν μετρουμένη 6 φύσις, οὐδὲν αὐτῆς μένον οὐδ᾽ ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα [p. 23] καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. 7 ὅθεν οὐδ᾽ ὅσιόν 8 ἐστιν οὐδ᾽ ἐπὶ 9 τοῦ ὄντος λέγειν, ὡς ἦν ἔσται: ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: