This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ
ἀριθμοῦ δυνάμεις, καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν,
ἐκ δυάδος οὖσα καὶ τριάδος, ἀλλ᾽ ἣν ἡ ἀρχὴ 1 τῷ πρώτῳ συνελθοῦσα
τετραγώνῳ παρέσχεν.
ἀρχὴ μὲν γὰρ ἀριθμοῦ παντὸς ἡ μονάς, τετράγωνος δὲ πρῶτος ἡ τετράς
ἐκ δὲ τούτων, ὥσπερ ἰδέας καὶ ὕλης
πέρας ἐχούσης, ἡ πεμπάς. εἰ δὲ δὴ καὶ τὴν μονάδα τετράγωνον ὀρθῶς
ἔνιοι τίθενται, δύναμιν οὖσαν ἑαυτῆς καὶ περαίνουσαν εἰς ἑαυτήν, ἐκ
δυεῖν πεφυκυῖα τῶν πρώτων τετραγώνων ἡ πεμπὰς οὐκ ἀπολέλοιπεν
ὑπερβολὴν εὐγενείας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.