previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς δ᾽ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν δι᾽ εὐφημίαν, μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν. ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας 1 ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι 2 τὸ ὕπαρ 3 αὐτοῦ καὶ τὴν οὐσίαν: τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον, ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος, ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος. ἐκστάσεις δ᾽ αὐτοῦ καὶ μεταβολὰς πῦρ ἀφιέντος, αἳ αὐτὸν ἀνασπῶσιν 4 ὡς λέγουσιν, αὖθις τε καταθλίβοντος ἐνταῦθα καὶ 5 κατατείνοντος εἰς γῆν 6 καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα, καὶ τὰ δεινὰ παθήματα καὶ ζῴων καὶ φυτῶν, οὐδ᾽ ἀκούειν ὅσιον τοῦ ποιητικοῦ 7 παιδὸς ἔσται φαυλότερος, ἣν [p. 25] ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφ᾽ αὑτοῦ παίζει 8 παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεί, καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτ᾽ ἀπολλύων γενόμενον. τοὐναντίον γὰρ ὅσου ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενονεἶφάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γιγνομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλ᾽ ἑτέρῳ τινὶ θεῷ, μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν, τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον: 9 ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναντίων ὄντων καὶ ἀντιφώνων. λέγεται γὰρ μὲν Ἀπόλλων δὲ Πλούτων, καὶ μὲν Δήλιος δ᾽ Ἀιδωνεύς, καὶ μὲν Φοῖβος δὲ Σκότιος: καὶ παρ᾽ μὲν αἱ Μοῦσαι καὶ Μνημοσύνη, παρ᾽ δ᾽ Λήθη καὶ Σιωπή: καὶ μὲν Θεώριος καὶ Φαναῖος, δὲ
νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θ᾽ 10 Ὕπνου κοίρανος: 11
καὶ μὲν
βροτοῖσι θεῶν 12 ἔχθιστος ἁπάντων
πρὸς ὃν δὲ Πίνδαρος 13 εἴρηκεν οὐκ ἀηδῶς
κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος 14 ἔμμεν. [p. 26]
εἰκότως οὖν Εὐριπίδης, 15 εἶπε
λοιβαὶ 16 νεκύων φθιμένων
ἀοιδαί, τὰς 17 χρυσοκόμα
Ἀπόλλων οὐκ ἐνδέχεται.
καὶ πρότερος ἔτι τούτου Στησίχορος, 18
μάλα τοι μάλιστα 19
παιγμοσύνας τε 20 φιλεῖ μολπὰς τ᾽ Ἀπόλλων,
κάδεα δὲ 21 στοναχάς τ᾽ Ἀίδας ἔλαχε.
Σοφοκλῆς 22 δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων,
οὐ νάβλα 23 κωκυτοῖσιν οὐ λύρα φίλα
καὶ γὰρ αὐλὸς 24 ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνὴνἐφ᾽ ἱμερτοῖσιν25 ἀφιέναι: τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν 26 οὐ μάλ᾽ ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτ᾽ ἐμίχθη πάντα πᾶσι. 27 μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς 28 κατέστησαν. ἀλλά γε τῷ Ε τὸγνῶθι σαυτόν29 ἔοικέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν: τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δ᾽ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸν φύσεως καὶ ἀσθενείας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: