Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων [p. 308]
ἀπέχεσθαι’ πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο
διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ
τῆς λήθης: ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ
τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι
δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν;
ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα 1 ποιεῖ πολλῆς καθάρσεως
δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ
διὰ τὸ φυσῶδες καὶ πνευματικόν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.