previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται;λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς: συνέθεντο οὖν ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρι οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς: γενομένων δὲ παίδων, εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ, Καρμένταν οἱ μὲν Εὐάνδρου μητέρα λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δ᾽ ἔνιοι, Νικοστράτην ἐμμέτρους δὲ χρησμοὺς ᾁδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι: τὰ γὰρ ἔπηκάρμινακαλοῦσιν. οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας;. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμονἑστερημένη νοῦδιὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπ᾽ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾁδειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: