Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν
ἀλεύρου θιγεῖν, οὐδὲ [p. 316] ζύμης;᾽’ ἦ τὸ μὲν ἄλευρον
ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς
οὔτ᾽ ὃ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν
ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου
χρείαν οὐκ ἔσχηκε.
διὸ καὶ ‘μυλήφατον’ 1 ὁ ποιητής ‘ἄλφιτον’ ἐκ μεταφορᾶς ὠνόμασεν
ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον: ἡ δὲ ζύμη καὶ γέγονεν
ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μιγνυμένη : γίγνεται γὰρ ἄτονον
καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ
ζύμωσις εἶναι: πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ
ἄλευρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.