Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως ‘πραιστίτεις’ καλοῦσι, τούτοις
κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται,’ ἦ
πραιστίτεις μὲν οἱ [p. 283] προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας
οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις,
ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον,
ὃ λέγουσιν ἔνιοι Ῥωμαίων,
ἀληθές ἐστι καί,
καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν,
οἷς οἱ θεοὶ δημίοις χρῶνται 1 καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ
ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐρινυώδεις 2 τινές εἰσι καὶ
ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων
διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς
οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.