Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοῦ Μαΐου περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας
εἴδωλα ῥιπτοῦντες;. ἀνθρώπων εἰς τὸν
ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;᾽’ ἦ τὸ παλαιὸν οἱ περὶ
τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως
ἀπώλλυσαν: Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπ᾽ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν,
ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν
ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν; Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ
πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ
τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος
φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν
μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.