previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δ᾽ ἐν Ἀβεντίνῳ βοῶν; 1 τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ [p. 252] βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι: μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι: καὶ βασιλεῦσαι τῆς Ἰταλίας, ἁπάσης τὴν πόλιν, ἐλθεῖν μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν: Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς θυσίας ἀπὸ τοῦ Θύμβρεως: νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν: ἀπελθόντα λούσασθαι, τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ Ἰόβας 2 ἱστόρηκε καὶ Βάρρων, πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδ᾽ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλ᾽ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.

1 Duebnerus:

2 Ἰόβας] Mueller. 3 p. 470

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: