Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ
γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι
χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;᾽’ πότερον ὡς οἱ μυθολογοῦντες
ἱστοροῦσι Φαύνου 1 μὲν ἦν γυνὴ τοῦ
μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης
ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δ᾽ αὐτῇ σπένδουσι, γάλα
προσαγορεύουσαι: ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δ᾽ ἀφροδισίων τὴν ἱερουργίαν
ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον
ἐξοικίζουσι τοὺς: ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας,
ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν
Ἀφροδίτης ἀφοσιοῦνται: καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην 2 καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.