previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί οὐ πλείονας οὐδ᾽ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσινπότερον, ὡς Βάρρων 1 ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, 2 σὺν τοῖς [p. 251] ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ: γαμοῦντες, διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλ᾽ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος πεντάς ἐστι: τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος: ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος πεντὰς μέμικται. μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δ᾽ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δ᾽ Ἀρτέμιδος, ἣν ταῖς 3 λοχείαις καὶ ταῖς: ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται ;

1 Βάρρων] De Ling. Lat. V 61

2 τρισὶ χρωμένων κέ] lacunosa. cf. Symb. meas

3 ταῖς] ἐν ταῖς?

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: