Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς
καὶ γυναικὶ παρ᾽ ἀνδρὸς ἀπείρηται;’
[p. 18]
πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ
συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην
ὡς βιαζομένην ὑπεξείλετο, τὴν δ᾽ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις;
ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες
ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ δι᾽ αὑτὸ μὴ
δι᾽ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν;
ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ
διδόντας ἀγαπᾶν τοὺς ἰδίους;
ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν
εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ
λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν,
ὥστ᾽
ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.