previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τοὺς ἀπάτοραςσπορίουςυἱοὺς καλοῦσιν;’

οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι, καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλ᾽ ἔστιν Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς Σέξτος καὶ Δέκιμος καὶ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλ᾽ δι᾽ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μᾶρκον, διὰ δυοῖν, ὡς τὸν Τιβέριον καὶ τὸν Γναῖον, διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ Σπόριος τῶν διὰ δυοῖν γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτοραςσίνε πάτρεοἷον ἄνευ πατρός, τῷ μὲν ς τὸσίνετῷ δὲ π τὸπάτρεσημαίνοντες. τοῦτ᾽ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸσίνε πάτρεκαὶ τὸν Σπόριον γράφεσθαι.

λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δ᾽ ἀτοπώτερος: τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθ᾽ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγενημένον.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: