Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν
κελεύουσιν, ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα. ';’
πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ
κοινωνεῖν ἁπάντων καὶ συνάρχειν, καὶ τὸ μὲν δηλούμενόν
ἐστιν ‘ὅπου σὺ κύριος καὶ οἰκοδεσπότης,
καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα ;’ τοῖς δ᾽
ὀνόμασι
τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ
νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ
φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν.
ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν,
ἧς ἐν τῷ τοῦ Σάγκτου ἱερῷ χαλκοῦς ἀνδριὰς
ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτος, τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δ᾽ ἐνεργείας σύμβολον.