Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγγεγραμμένους, τοὺς δ᾽
ἁπλῶς πατέρας
προσηγόρευον;’
ἢ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ
Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας, πατέρας αὑτῶν ἔχοντας
ἀποδεῖξαι: τοὺς δ᾽
ὕστερον ἐπεγγραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν;