Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδεκάτευον τὰς οὐσίας;’
πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου
βοῶν ἀπέθυσε τὴν δεκάτην, ἢ ὅτι Ῥωμαίους ὑπὸ
Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν;
ἢ ταῦτα μὲν οὐκ ἔχει τὴν ἱστορίαν ἀξιόπιστον,
ὡς δ᾽ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ
δαψιλῶς καὶ ἀφθόνως ἀπέθυον;
ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν
ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπ᾽ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα
τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον;