Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὰ κρεοπώλια ' μάκελλα ' καὶ
' μακέλλας ' καλοῦσι;’
πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρ᾽
[p. 88] αὐτοῖς: ἀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος: καὶ τὸ λάμβδα πάλιν τοῖς
ἀπολισθάνουσι τοῦ ρ δι᾽ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον.
ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν
Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ
περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις
ἁλῶναι καὶ κολασθῆναι: ἐκ δὲ τῶν χρημάτων αὐτοῦ
δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπ᾽ ἐκείνου
κτησάμενον τὴν προσηγορίαν.