previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;’

πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ [p. 78] παρορμᾶνὁρτάριλεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδ᾽ ἀποκεκλεῖσθαι μηδ᾽ ἐλινύειν;

μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥᾴθυμον οὐδ᾽ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον;

, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς.

εἰ μέντοι τὴν ὥραν ὀρθῶς Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδειχε, σκόπει μὴ τὸνὡράτωρα προτρεπτικόντινα καὶ παρορμητικὸν ὄντα σύμβουλον δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: