Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων;’
ἢ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας
ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ
θηριωδῶς μηδ᾽ ἀτάκτως ἀλλὰ μετ᾽ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον
ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ
τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον
αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων: ὅπου γὰρ
ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων, ἐνταῦθ᾽
ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.