previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. ἐπεὶ δὲ τὸν Εὐφράτην διαβὰς ἐς τὴν πολεμίαν ἐσέβαλεν, ἀνύδρου τῆς χώρας οὔσης ἄλλως τε δὴ 1 καὶ τότε πλέον ὑπὸ τοῦ θέρους ἐξικμασμένης ἐκινδύνευσε παμπληθεῖς στρατιώτας ἀποβαλεῖν: [2] κεκμηκόσι γὰρ αὐτοῖς ἐκ τῆς πορείας καὶ τοῦ ἡλίου καὶ κονιορτὸς ἐμπίπτων ἰσχυρῶς ἐλύπησεν, ὥστε μήτε βαδίζειν μήτε λαλεῖν ἔτι δύνασθαι, τοῦτο δὲ μόνον φθέγγεσθαι, ‘ὕδωρ ὕδωρ.’ ἐπεὶ δὲ ἀνεφάνη μέν, 2 ἐξ ἴσου δὲ τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ ἀτοπίας ἦν, Σεουῆρος κύλικά τε ᾔτησε καὶ τοῦ ὕδατος πληρώσας ἁπάντων [3] ὁρώντων ἐξέπιε. καὶ τότε μὲν οὕτω καὶ ἄλλοι τινὲς προσπιόντες ἀνερρώσθησαν: μετὰ δὲ ταῦτα ἐς τὴν Νίσιβιν Σεουῆρος ἐλθὼν αὐτὸς μὲν ἐνταῦθα ὑπέμεινε, Λατερανὸν 3 δὲ καὶ Κάνδιδον καὶ Λαῖτον ἐς τοὺς προειρημένους βαρβάρους ἄλλον ἄλλῃ ἀπέστειλε, καὶ ἐπερχόμενοι οὗτοι τήν τε χώραν τῶν βαρβάρων ἐδῄουν [p. 198] [4] καὶ τὰς πόλεις ἐλάμβανον. μέγα δὲ καὶ ἐπὶ τούτῳ τῷ Σεουήρῳ φρονοῦντι, ὡς καὶ πάντας ἀνθρώπους καὶ συνέσει καὶ ἀνδρίᾳ ὑπερβεβηκότι, πρᾶγμα παραδοξότατον συνηνέχθη: Κλαύδιος γάρ τις λῃστὴς καὶ τὴν Ἰουδαίαν καὶ τὴν Συρίαν κατατρέχων καὶ πολλῇ διὰ τοῦτο σπουδῇ ζητούμενος, προσῆλθέ τε αὐτῷ ποτὲ μεθ᾽ ἱππέων ὡς καὶ χιλίαρχός τις ὤν, καὶ ἠσπάσατο αὐτὸν καὶ ἐφίλησε, καὶ οὔτε εὐθὺς ἐφωράθη οὔθ᾽ ὕστερον συνελήφθη.” Xiph. 303, 21-304, 8 R. St.[5] ὅτι οἱ Ἀράβιοι, ἐπειδὴ μηδείς σφισι τῶν πλησιοχώρων βοηθῆσαι ἠθέλησε πρὸς Σεουῆρον αὖθις ἐπρεσβεύσαντο, ἐπιεικέστερά τινα προτεινόμενοι. οὐ μέντοι καὶ ἔτυχον ὧν ἐβούλοντο, ἐπειδὴ μὴ καὶ αὐτοὶ ἦλθον.” Exc. UG 70 (p. 414). “ ”

1 dh\ Reim., de\ *wC.

2 me/n Bs., me\n i)kma\s *wC.

3 *laterano\n Reim., laterno\n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: