previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. μετὰ δὲ ταῦτα ἐν Ἰσσῷ πρὸς ταῖς καλουμέναις πύλαις μεγίστη γίνεται μάχη, τῷ μὲν Σεουηρείῳ στρατεύματι Οὐαλεριανοῦ τε καὶ Ἀνυλλίνου 1 ἐπιστατούντων, Νίγρου δὲ αὐτοῦ τοῖς οἰκείοις παρόντος τάγμασι καὶ συντάσσοντος ἐς τὸν πόλεμον. δὲ ἐσβολὴ αὕτη, αἱ Κιλίκειοι πύλαι, [2] διὰ τὴν στενότητα οὕτω προσαγορεύονται: ἔνθεν μὲν γὰρ ὄρη ἀπότομα ἀνατείνει, ἔνθεν δὲ κρημνοὶ βαθεῖς ἐς τὴν θάλασσαν καθήκουσιν. οὖν Νίγρος στρατόπεδον ἐνταῦθα ἐπὶ λόφου τινὸς ἰσχυροῦ ἐποιήσατο, καὶ πρώτως μὲν τοὺς ὁπλίτας, ἔπειτα τοὺς ἀκοντιστὰς τούς τε λιθοβόλους, καὶ τοὺς τοξότας ἐπὶ πᾶσιν ἔταξεν, ἵν᾽ οἱ μὲν ἐκ χειρὸς τοὺς προσμιγνύντας 2 σφίσιν ἀμύνοιντο, οἱ δὲ ἐκ πολλοῦ τῇ ἰσχύι καὶ ὑπὲρ ἐκείνων χρῷντο: [3] τό τε γὰρ ἐπ᾽ ἀριστερὰ καὶ τὸ ἐπὶ δεξιὰ 3 ὑπό τε τῶν κρημνῶν πρὸς τῇ θαλάσσῃ ὑπό τε τῆς ὕλης ἀνεκβάτου οὔσης ἐπέφρακτο. τό τε οὖν στράτευμα οὕτω διέταξε, καὶ τὰ σκευοφόρα ἐπ᾽ αὐτῷ κατεχώρισεν, ὅπως, ἄν τις αὐτῶν φυγεῖν ἐθελήσῃ, [4] μὴ δυνηθῇ. οὖν Ἀνυλλῖνος συνιδὼν 4 τοῦτο τὴν μὲν ἀσπίδα προεβάλετο, καὶ ἐπ᾽ αὐτῇ τὸ κοῦφον πᾶν ἐπέταξεν, ἵν᾽ οἱ μὲν πόρρωθεν ὑπὲρ αὐτῶν ἀνείργωσι τοὺς ἐναντίους, οἱ δ᾽ ἀσφαλῆ τὴν ἄνοδόν σφισιν ἀντιπαράσχωσι: τοὺς δ᾽ ἱππέας [p. 178] μετὰ Οὐαλεριανοῦ ἔπεμψε, τήν τε ὕλην τρόπον τινὰ περιελθεῖν καὶ κατὰ νώτου τοῖς Νιγείοις [5] αἰφνίδιον ἐπιπεσεῖν κελεύσας. ἐπεὶ δὲ ἐς χεῖρας ᾔεσαν, τῶν Σεουηρείων τὰς ἀσπίδας τὰς μὲν προβαλομένων τὰς δὲ ἐπιβαλομένων 5 ἐς χελώνης τρόπον, καὶ οὕτω πλησιασάντων τοῖς ἐναντίοις, ἐγένετο μὲν ἰσόρροπος μάχη ἐπὶ μακρότατον ἔπειτα οἱ τοῦ Νίγρου πολὺ τῷ πλήθει σφῶν καὶ [6] τῇ τοῦ χωρίου φύσει προέσχον. κἂν παντελῶς ἐκράτησαν, εἰ μὴ νέφη ἐξ αἰθρίας καὶ ἄνεμος ἐκ νηνεμίας βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ ὀξεῖαι μεθ᾽ εὑτοῦ λάβρου κατὰ πρόσωπον αὐτοῖς προσέπεσον. τοὺς μὲν γὰρ Σεουηρείους ἅτε καὶ κατόπιν ὄντα 6 οὐκ ἐλύπει ταῦτα, τοὺς δὲ Νιγρείους ἐμπίπτοντα ἐξ ἐναντίας [7] ἰσχυρῶς ἐτάραττε. μέγιστον δ᾽ αὕτη 7 συντυχία τοῦ γενομένου τοῖς μὲν θάρσος ὡς καὶ παρὰ τοῦ θείου βοηθουμένοις, τοῖς δὲ δὲ δέος ὡς καὶ ὑπ᾽ αὐτοῦ πολεμουμένοις ἐμβαλοῦσα τοὺς μὲν καὶ ὑπὲρ τὴν ἰσχὺν ἐπέρρωσε, τοὺς δὲ καὶ παρὰ τὴν [8] δύναμιν ἐξεφόβησε: καὶ σφισι φεύγουσιν ἤδη Οὐαλεριανὸς ἐπεφάνη. ἰδόντες οὖν αὐτὸν ἀνάπαλιν ἐτράποντο, καὶ μετὰ τοῦτο τοῦ Ἀνυλλίνου σφᾶς ἀνακόψαντος ἀνέστρεψαν: εἶτ᾽ ἄνω καὶ κάτω διατρέχοντες, ὅπῃ διαπέσοιεν, ἐπλανῶντο. ”

1 *)anulli/nou Bs., a)nuli/nou *wC (and similarly belos'.

2 prosmignu/ntas *h. Steph., promignu/ntas *wC.

3 a)ristera/ ... decia/ Lobeck, a)ristera= ... decia= *wC.

4 sunidw/n Rk., a)nidw/n *wC.

5 probalome/nwn ... e)pibalome/nwn Bk., proballome/nwn ... e)piballome/nwn *wC.

6 u)/nta Reim., u)/ntas *wC.

7 au(/th H. Steph., au)/th *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: