previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. πολλὰ μὲν οὖν καὶ ἔδρασαν καὶ ἔπαθον οἱ [p. 188] Βυζάντιοι, ἅτε τοῖς ἐκ τῆς οἰκουμένης ὡς εἰπεῖν στόλοις ἐπὶ ὅλον τριετῆ χρόνον πολιορκούμενοι: λελέξεται δὲ ὀλίγα καὶ τὰ ἐχόμενά τινος θαύματος. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα εὐκαίρως ἐπιτιθέμενοι, ᾕρουν δὲ καὶ τριήρεις τῶν [2] ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ὑποτέμνοντες, καὶ ἥλους 1 ἐς τοὺς ταρσούς σφων, καλωδίοις ἐκ τῆς φιλίας ἐκδεδεμένους, ἐμπηγνύντες, ἐπεσπῶντο, ὥστ᾽ αὐτὰς ἐφ᾽ ἑαυτῶν αὐτομάτας προσπλεούσας ὁρᾶσθαι, μήτ᾽ ἐρέτου μήτ᾽ ἀνέμου μηδενὸς ἐπισπέρχοντος. [3] ἤδη δὲ καὶ ἐθελονταί τινες ἔμποροι, ὡς καὶ ἄκοντες, ὑπ᾽ αὐτῶν ἡλίσκοντο, καὶ τὰ ἀγώγιμα μεγάλων χρημάτων πωλήσαντες ἐξέπλεον ἐκδιδράσκοντες. ἐπεὶ δὲ πάντων αὐτοῖς ἐκδαπανηθέντων τῶν ἔνδον ἐς τὸ 2 στενὸν κομιδῇ τῶν τε πραγμάτων καὶ τῶν ἐλπίδων τῶν ἐπ᾽ αὐτοῖς ἐληλύθεσαν, [4] πρότερον μέν, καίπερ πάνυ πιεζόμενοι ἅτε καὶ τῶν ἔξω πάντων ἀποκεκλειμένοι, 3 ὅμως ἀντεῖχον, καὶ ἔς τε τὰς ναῦς τοῖς τε ξύλοις τοῖς ἐκ τῶν οἰκιῶν καὶ ταῖς θριξὶ ταῖς τῶν 4 γυναικῶν, σχοινία ἀπ᾽ αὐτῶν πλέκοντες, ἐχρῶντο, καὶ ὁπότε τινὲς τῷ τείχει προσβάλοιεν, τούς τε λίθους σφίσι τοὺς ἐκ τῶν θεάτρων καὶ ἵππους χαλκοῦς καὶ [5] ἀνδριάντας χαλκοῦς ὅλους ἐπερρίπτουν: ἐπεὶ δὲ καὶ τροφή σφας ἐπέλιπεν νενομισμένη καὶ δέρματα διαβρέχοντες ἤσθιον, εἶτα καὶ ταῦτα καταναλώθη, οἱ μὲν πλείους ἐξέπλευσαν, τηρήσαντες [p. 190] ζάλην καὶ καταιγίδα ὥστε μηδένα ἀνταναχθῆναί σφισιν, ἵν᾽ ἀπόλωνται ἐπισιτίσωνται, καὶ προσπίπτοντες ἀπροσδοκήτως τοῖς ἀγροῖς πάνθ᾽ ὁμοίως ἐλῄζοντο, οἱ δ᾽ ὑπολειπόμενοι [6] δεινότατον ἔργον ἔδρασαν: ἐπεὶ γὰρ ἐν τῷ ἀσθενεστάτῳ ἐγένοντο, ἐπ᾽ ἀλλήλους ἐτράποντο καὶ ἀλλήλων ἐγεύοντο. ”

1 h(/lous Zon., h(/lois *wC.

2 to/ Leuncl., ou) *wC.

3 a)pokekleime/noi Dind., a)pokekleisme/noi *wC.

4 tw=n Bk., e)k tw=n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: