previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. οἱ δὲ δὴ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ τελευτήσαντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν. δὲ πόλις αὐτῶν ἐν καιρῷ πάνυ καὶ τῶν ἠπείρων καὶ τῆς διὰ μέσου σφῶν θαλάσσης κεῖται, τῇ τε τοῦ χωρίου ἅμα καὶ τῇ τοῦ Βοσπόρου φύσει [2] ἰσχυρῶς παρεσκευασμένη. αὐτή τε γὰρ ἐπὶ μετεώρου πεπόλισται, προέχουσα ἐς τὴν θάλασσαν: [p. 184] καὶ ἐκείνη χειμάρρου δίκην ἐκ τοῦ Πόντου καταθέουσα τῇ τε ἄκρᾳ προσπίπτει, καὶ μέρει μέν τινι ἐς τὰ δεξιὰ ἀποτρέπεται κἀνταῦθα τόν τε κόλπον καὶ τοὺς λιμένας ποιεῖ, τῷ δὲ δὴ πλείονι πρὸς τὴν Προποντίδα παρ᾽ αὐτὴν τὴν πόλιν [3] πολλῇ σπουδῇ χωρεῖ. καὶ μέντοι καὶ τὰ τείχη καρτερώτατα εἶχον. τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν 1 καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν, καὶ ἐπάνωθεν αὐτοῦ περίδρομον καὶ στεγανὸν καὶ εὐφύλακτον [4] ὑπάρχειν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλας ἔχοντες ἦσαν, ὥστε τοὺς προσβάλλοντας τῷ κύκλῳ ἐντὸς αὐτῶν ἀπολαμβάνεσθαι: δι ὀλίγου τε γὰρ καὶ οὐ κατ᾽ εὐθύ, ἀλλ᾽ οἱ μὲν τῇ οἱ δὲ τῇ σκολιώτερον ᾠκοδομημένοι, πᾶν τὸ προσπῖπτόν σφισιν ἐνεκυκλοῦντο. [5] τοῦ δὲ δὴ περιβόλου τὰ μὲν πρὸς τῆς ἠπείρου 2 μέγα ὕψος ἦρτο, 3 ὥστε καὶ τοὺς τυχόντας ἀπ᾽ αὐτῶν ἀμύνασθαι, τὰ δὲ πρὸς τῇ θαλάττῃ ἧττον: αἵ τε γὰρ πέτραι ἐφ᾽ ὧν ἐπῳκοδόμηντο καὶ τοῦ Βοσπόρου δεινότης θαυμαστῶς σφίσι συνεμάχουν. οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν, καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ᾽ ἑκάτερα πολὺ προέχοντας ἔφερον, ὥστ᾽ ἄπορον τῷ πολεμίῳ 4 τὸν πρόσπλουν [6] ποιεῖν. τὸ δ᾽ ὅλον Βόσπορός σφας μέγιστα [p. 186] ὠφελεῖ: ἀνάγκη γὰρ πᾶσα, ἂν ἅπαξ τις ἐς τὸ ῥεῦμα ἐμπέσῃ, καὶ ἄκοντα αὐτὸν πρὸς τὴν γῆν ἐκπεσεῖν. τοῦτο δὲ τῷ μὲν φίλῳ ἥδιστόν ἐστι, τῷ δὲ ἐναντίῳ ἀπορώτατον. ”

1 au)tw=n Zon., au)tou= *wC.

2 pro\s? (corr. from pro\?) th=s h)pei/rou C, pro\ th=s h)pei/rou *w, pro\s th\n h)/peiron Zon.

3 me/ga u(/yos h)=rto Bs., me/ga u(/yos *wC, e)s me/ga u(/yos h)=|rto Zon.

4 polemi/w| Blancus (in vers.), pole/mw *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: