previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς αὐτῆς ὄψεως γιγνομένης. δ᾽ ἐν τούτῳ ἀναθεῖ ὀπίσω εἴς τι χωρίον ἡμέτερον δεῆσάν τι καὶ μετ᾽ οὐ πολὺ ἔκαμνε. συνέβαινε δὲ κἀμοὶ τοῦ τε στομάχου καὶ τῆς ὑπερώας καὶ κεφαλῆς ὅλης καὶ σύμπαντος τοῦ σώματος οὕτως ἔχειν ὥστε ἐπ᾽ ἔσχατον ἐλθεῖν, καὶ τῆς τε τροφῆς ἀπεκεκλείμην καὶ τι προσείμην παραχρῆμα ἐφθείρετο, [p. 463] καὶ ἀναπνεῖν οὐκ ἦν καὶ δύναμις καθῄρητο. ἀπείχομεν δὲ ἀλλήλων σταδίους μάλιστα εἴκοσι καὶ ἑκατόν. συνέβαινεν οὖν ἡμῖν πυνθανομένοις ὡς ἔχοιμεν ἑκάτεροι πολὺ μᾶλλον οἷς ἠκούομεν τοῖς αὐτῷ παροῦσιν ἑκάτερον βαρύνεσθαι. φανέντος δὲ τοῦ θεοῦ λαμβάνομαι τῆς κεφαλῆς ἐπαλλὰξ τοῖν χεροῖν, καὶ λαβόμενος ἐδεόμην σῶσαί μοι τὸν Ζώσιμον. ἀνένευσεν θεός. πάλιν οὖν τὴν αὐτὴν λαβὴν λαβόμενος ἐδεόμην ἐπινεῦσαι. αὖθις ἀνένευσε. τὸ τρίτον παραλαβὼν ἐπειρώμην πεῖσαι ἐπινεῦσαι: δὲ οὔτε ἀνένευσεν οὔτε ἐπένευσεν, ἀλλ᾽ εἶχε δι᾽ ἴσου τὴν κεφαλὴν καί μοι λέγει ῥήματα ἄττα, χρὴ λέγειν ἐν τοῖς τοιούτοις, ὡς ἀνύσιμα: ἁγὼ μνημονεύων οὐκ οἶμαι δεῖν ἐκφέρειν εἰκῆ. ἔφη δ᾽ οὖν ὅτι ἐπαρκέσει τούτων λεχθέντων: ἓν δ᾽ ἦν αὐτῶν, φύλαξον. τί οὖν ἀπέβη αὐτῷ μετὰ ταῦτα; πρῶτον μὲν ἀνίσταται παρ᾽ ἐλπίδας ἐξ ἐκείνης τῆς νόσου Ζώσιμος, καθαρθείς γε διὰ πτισάνης καὶ φακῆς, προειπόντος ἐμοὶ τοῦ θεοῦ ὑπὲρ αὐτοῦ, ἔπειτα ἐπεβίω μῆνας τέτταρας: ὥστε ἐνετύχομέν τε ἀλλήλοις καὶ συνεωρτάσαμεν, γενομένης γε κἀμοὶ παρὰ τοῦ θεοῦ βοηθείας πολλῆς καὶ συνεχοῦς καὶ παράδοξα ἐχούσης. ὧν ἓν ἦν λειποψυχοῦντα καὶ παντελῶς ἀπορούμενον ποιῆσαι μέλη, γάμον τε κορωνίδος καὶ γένεσιν τοῦ θεοῦ, καὶ τὴν στροφὴν ὡς ἐπὶ μήκιστον ἀποτεῖναι: καὶ ἐποίησα τὰ ᾁσματα ἐφ᾽ ἡσυχίας οὑτωσὶ καὶ κατ᾽ ἐμαυτὸν ἐνθυμηθεὶς, καὶ πάντων ἤδη λήθη ἦν τῶν δυσχερῶν. καὶ δὴ καὶ κλύσματι χρήσασθαι ἐπετάχθην. ὥσθ᾽ μὲν ἰατρὸς οὐκ ἐθάρρει προσφέρειν, ὁρῶν τὴν λεπτότητα τοῦ σώματος καὶ τὴν ἀδυναμίαν, ἀλλ᾽ ἡγεῖτο ὥσπερ αὐτόχειρ ἔσεσθαί μου: ἐγὼ δ᾽ ἔπεισα μόλις καὶ παραχρῆμα ἀνήνεγκα. τροφὴν δὲ ἔδωκε λάχανα ἄγρια, καὶ πέψιν καὶ δύναμιν παρέσχε μοι τινά.

[p. 464]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: