previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θάλατταν ἠρόμην εἰ καὶ ἐνταῦθα ἄμεινον λοῦσθαι, ἐν μικρῷ. ἐν μικρῷ, ἔφη. μετὰ δὲ τοῦτο λίμνην τινὰ ἔδειξα καὶ ἠρόμην εἰ καὶ ἐν λίμνῃ τοσαύτῃ κρεῖττον, ἐν μικρῷ. συνεχώρει κἀνταῦθα ὅτι αἱρετώτερον τὸ ἐν μικρῷ. οὐκ ἄρα, ἔφην, πανταχοῦ τό γε μεῖζον αἱρετώτερον, ἀλλ᾽ ἔστι τις καὶ μικροῦ χάρις. καὶ ἅμα ἐνενόησα πρὸς ἐμαυτὸν ὡς καὶ ἐπιδεικνυμένῳ ποῦ καλὸν εἰπεῖν ὅτι τῶν μὲν ἄλλων ἀνθρώπων αἱ ἡδοναὶ κινδυνεύουσιν ὑῶν τινῶν εἶναι ἡδοναὶ, δὲ ἐμὴ καθαρῶς ἄρα ἀνθρώπου εἴη, ὅστις σύνειμί τε καὶ χαίρω λόγοις. ἐδόκει δ᾽ οὖν ταῦτα λέγειν νεανίσκος περὶ τοῦ βαλανείου τοῦ πρὸς ταῖς πύλαις ταῖς εἰς Ἔφεσον φερούσαις. καὶ τέλος ἔδοξέ μοι χρῆναι ἀποπειραθῆναιπότε γὰρ δὴ καὶ ἄλλοτε θαρρῆσαι, εἰ μὴ νῦν; —οὕτω δὴ συνθέσθαι εἰς ὥραν ἕκτην ὡς τηνικαῦτα ἀσφαλέστατον ὂν κινεῖσθαι: ἐπεὶ δὲ ἀφίκετο ὥρα, αἰτιᾶσθαι Βάσσον ὡς διατρίβοντα. ὁρᾷς, ἔφην, ὡς καὶ δὴ παρέρχεται σκιά; δεικνὺς τὴν τῶν κιόνων. ἐπορευόμεθά τε, καὶ ὡς ἠνύσαμεν, ἐπιστὰς τῇ δεξαμενῇ τοῦ ψυχροῦ τοῦ ἔξω ἐπειρώμην τοῦ ὕδατος, καί μοι ἔδοξε παρ᾽ ἐλπίδας οὐ μάλα ψυχρὸν εἶναι, κυανοῦν δὲ καὶ ἡδὺ ἰδεῖν. κἀγὼ, καλὸν, ἔφην, οἷα δὴ γνωρίζων τὸ τοῦ ὕδατος ἀγαθόν. ὡς δὲ παρῆλθον εἴσω, πάλιν εὗρον ἕτερον ἐν θερμοτέρῳ οἴκῳ ἀνειμένον μᾶλλον. καὶ ἅμα ἐγιγνόμην τε ἐν τῷ θερμῷ καὶ ἀπεδυόμην, ἐλουσάμην καὶ μάλα ἡδέως. ὀγδόῃ ἔμετος εἰς ἑσπέραν κατὰ ὄναρ καὶ οὗτος. ἑβδόμῃ ἐδόκουν ἐν ὕδασιν εἶναί που θερμοῖς. τυχεῖν οὖν [p. 451] τινας πλησίον ἀνθρώπους ἐγχειρίδια ἔχοντας καὶ ἄλλως οὐκ ἀνυπόπτους. καὶ δῆτα προσελθεῖν μοί τινας αὐτῶν, ὥς τινος προστασίας χρῄζοντας, ἐγκαλεῖσθαι γὰρ ὑπό τινων. ὡς δ᾽ ἅπαξ περιεσχέθην, ἐν παντὶ εἶναι, οὔτε πιστεύων ἐνδείξασθαί τε οὐκ ἐθέλων ὅτι ἀπιστοίην. ἰέναι τε δή τινα ὁδὸν καὶ ἐκδέχεσθαι ψαλίδα πάνυ μακρὰν, ἐν καὶ σφόδρα δεῖσαι μὴ ἐπιθεῖντό μοι. ὡς δὲ διεξελθεῖν ἀσμένως, φανῆναί τε ἐν τῇ πόλει τῶν Σμυρναίων ἐν τῇ ἀγορᾷ καὶ σκοπεῖν ὅπως ὡς τάχιστα πολλοί τε ἀθροισθεῖεν καὶ ἐνδειξαίμην τὸ ὄν. κἀκ τούτου αὐτός τε λαμπάδα λαμβάνω


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: