previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν πορείαν ἐνεδείκνυτό μοι. μέσος τε γὰρ ἐγιγνόμην πολλάκις ἀμφοῖν καὶ ὁπότε βουληθείην περιελθεῖν, ὥστε τὸν πρεσβύτερον μέσον καταστῆσαι, νεώτερος τοῦτ᾽ ἐποίει αὐτός: ἐμὲ δ᾽ ἐν χώρᾳ ἀεὶ διαμένειν. ἐδόκει δέ μοι καὶ παιδὸς ἡλικίαν ἔχειν, τοῦτο καὶ πολλάκις συνέβη. καὶ δὴ καὶ ὡς πρὸς ὑψηλόν τι καὶ οἷον κλίμακα ἔδει προσβαλεῖν, τὸ μὲν πρῶτον νεώτερος ἐβοήθησε, καὶ ἐπεφθεγξάμην οἷα δὴ καὶ χάριν εἰδώς: ἔπειτ᾽ ἄνω ἐπὶ τέλει πρεσβύτερος. καὶ ἐρομένου αὐτοῦ πῶς, τὸ ὅλον τε καὶ πᾶν αὐτὸν ἔφην βοηθῆσαι. καὶ ἐπὶ τούτοις ἤδη ἔλεγον ἀπαλλαξείων, χάριν ὑμῖν, ἔφην, ἔχω, αὐτοκράτορες, πάσης προνοίας καὶ τιμῆς ἥν με τετιμήκατε. οἱ δ᾽ ὑπολαβόντες, ἡμεῖς μὲν οὖν, ἔφασαν, τοῖς θεοῖς ἔχομεν χάριν πειραθέντες ἀνδρὸς τοιούτου: ἡγούμεθα γὰρ καὶ περὶ τοὺς λόγους ὅμοιον εἶναι. κἀκ τούτου ἤρχετο πρεσβύτερος λέγειν ὅτι τοῦ αὐτοῦ εἴη καὶ ἄνδρα ἀγαθὸν εἶναι καὶ περὶ λόγους ἀγαθόν. ἐπεξῄει δὲ νεώτερος ῥῆμα τινὸς, λέγων ὅτι ἀκολουθοίη τῷ τρόπῳ καὶ τὰ τῶν λόγων. κἀγὼ εἶπον ὅτι βουλοίμην ἂν ταῦτα οὕτως ἔχειν: λυσιτελεῖν γάρ μοι εἰς τοὺς λόγους, εἴπερ γε τὰ ἄλλα τοιοῦτος ὑφ᾽ ὑμῶν ὑπείλημμαι, καὶ ἅμα εἰ μέλλω δύ᾽ ἀνθ᾽ ἑνὸς ἕξειν τἀγαθά. τοιαῦτ᾽ ἄττα ἠμειψάμην αὐτούς. ἦν δὲ μυρία ἄλλα καὶ γιγνόμενα καὶ λεγόμενα, κρείττω λόγου τε καὶ ἐλπίδος. εἶτ᾽ ἐπὶ τούτοις ἐπικαταδαρθὼν ἐδόκουν τινὰ [p. 458] τῶν γνωρίμων, Διοφάνη ὄνομα, λέγειν μοι ὡς συμπαρόντα καὶ ὁρῶντα τὰς ὑπερβολὰς τῶν τιμῶν, παρεῖναι δὲ καὶ τῶν ἑταίρων τινὰ τῶν νεωτέρων καὶ θαυμάζειν ἀκούοντα, ὡς παρὰ πᾶσιν οὕτως εὐδοκιμοίην. ἐκ δὲ τούτου φαίνομαι ἐν βαλανείῳ τινι. καὶ τὸ μὲν πρῶτον εἰσῆλθέ με οἷόν τι εἴην πεποιηκὼς, πρὶν ἰδεῖν τοὺς αὐτοκράτορας, ὅτι λουοίμην, δοκεῖν γὰρ δὴ χθὲς αὐτοῖς ἐντετυχηκέναι: ἔπειτα ὡς ἀνετριβόμην τε ἤδη καὶ ἱδρώς τις προσῄει, πορευώμεθα, ἔφην, εἴσω. οὕτω δὴ ἐλουσάμην τε καὶ ἤμεσα εἰς ἑσπέραν, ἐνθύμιον ποιησάμενος τὸ τοῦ χοῦ τοῦ ἐμφορουμένου.

ὅμως δὲ ἔτι διεσκοπούμην περὶ τῆς ὁδοῦ τῆς εἰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: