previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρᾶξιν δέ τινα αὐτοῦ μίαν ἀπολαβοῦσα, οἶμαι, διηγεῖται πρὸς τὸν Τηλέμαχον καὶ Μενέλεων: κἀγὼ πάντα μὲν οὐκ ἂν εἴποιμι τὰ τοῦ σωτῆρος ἀγωνίσματα, ὅσων ἀπέλαυσα εἰς τήνδε τὴν ἡμέραν. καὶ οὐκέτ᾽ ἐνταῦθα τὸ τοῦ Ὁμήρου προσθήσω,
οὐδ᾽ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ᾽ εἶεν:
μικρὸν γὰρ τοῦτό γε. ἀλλ᾽ οὐδ᾽ ἂν εἰ πᾶσαν ὑπερβαλοίμην τὴν ἐν ἀνθρώποις δύναμίν τε καὶ φωνὴν καὶ γνώμην, οὐκ ἄν ποτε οὐδ᾽ ἐγγὺς αὐτῶν ἀφικοίμην. ἀλλὰ καὶ ὅσοι πώποτε τῶν φίλων ἐδεήθησαν προὔτρεψαν εἰπεῖν καὶ συγγράψαι περὶ αὐτῶν, οὐδενὶ πώποτε ἐπείσθην, φεύγων τὸ ἀδύνατον. ἐδόκει γάρ μοι παραπλήσιον εἶναι ὥσπερ ἂν εἰ διὰ παντὸς τοῦ πελάγους ὕφαλος διεξελθὼν εἶτ᾽ ἠναγκαζόμην ἀποδιδόναι λόγον πόσοις τισὶ τοῖς πᾶσι ῥοθίοις ἐνέτυχον καὶ ποίας τινὸς τῆς θαλάττης παρ᾽ ἕκαστον αὐτῶν ἐπειρώμην καὶ τί τὸ σῶζον ἦν. ἑκάστη γὰρ τῶν ἡμετέρων ἡμερῶν, ὡσαύτως δὲ νυκτῶν, ἔχει συγγραφὴν, εἴ τις παρὼν, τὰ συμπίπτοντα ἀπογράφειν ἐβούλετο, τὴν τοῦ θεοῦ πρόνοιαν διηγεῖσθαι, ὧν τὰ μὲν ἐκ τοῦ φανεροῦ παρὼν, τὰ δὲ τῇ πομπῇ τῶν ἐνυπνίων [p. 446]ἐνεδείκνυτο, ὅσα γε δὴ καὶ ὕπνου λαχεῖν ἐξῆν: σπάνιον δ᾽ ἦν ὑπὸ τῶν περὶ τὸ σῶμα τρικυμιῶν. ταῦτ᾽ οὖν ἐνθυμούμενος ἐγνώκειν παρέχειν ὡς ἀληθῶς ὥσπερ ἰατρῷ τῷ θεῷ σιγῇ ποιεῖν τι βούλεται. νῦν δὲ ὡς ἔσχε τὸ τοῦ ἤτρου δηλῶσαι πρὸς ὑμᾶς βούλομαι. λογιοῦμαι δὲ ἕκαστα πρὸς ἡμέραν. ἦν μὲν γὰρ Ποσειδεὼν μὴν, ἴστε οἵου χειμῶνος: ἔκαμνε δὲ στόμαχος τὰς νύκτας καὶ ἀγρυπνίαι ἦσαν ὑπερφυεῖς, ὥστε οὐδὲ τὰ βραχύτατα πέττειν ἦν. αἰτία δ᾽ οὐχ ἥκιστα συνέχεια τῶν χειμώνων, ἣν οὐδὲ κέραμος οὐδεὶς ἐνέγκαι ἐλέγετο: ἐπεὶ καὶ ἱδρὼς ἔστη πάντα τοῦτον τὸν χρόνον, πλὴν ὅσα λουμένῳ. δωδεκάτῃ δὲ τοῦ μηνὸς ἀλουσίαν προστάττει θεὸς καὶ τῇ ὑστεραίᾳ τὸ αὐτὸ τοῦτο καὶ τῇ μετ᾽ ἐκείνην. ταύτας τρεῖς ἡμέρας ἑξῆς διήγαγον παντελῶς ἀνιδρωτὶ νύκτα καὶ ἡμέραν, ὥστε μηδὲ χιτωνίσκου δεῆσαι μεταλαβεῖν, καὶ οὔπω


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: