previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ πάντες ἐλαμπαδηφόρουν οἱ ἐν τῇ ἀγορᾷ, καὶ τὸ Εὐριπίδειον τοῦτο ἔλεγον
Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα:
καὶ γὰρ ἅμα ἡλίου ἀνατολῇ ἐδόκουν εἰσελθεῖν. ταῦτα καὶ ὕστερον πρὸς Κοδρᾶτον τὸν ἡγεμόνα ἐδόκουν ὡς ὄναρ διηγεῖσθαι, καὶ τὸν εἰπεῖν, ποίησον οὕτω: καὶ λαμπὰς ἤρθη.

ἕκτῃ ἐδόκουν ἅμα Ἀλεξάνδρῳ τῷ διδασκάλῳ προσιέναι τῷ αὐτοκράτορι, καθέζεσθαι δ᾽ αὐτὸν ἐπί τινος βήματος. προσειπόντος δὲ αὐτὸν τοῦ Ἀλεξάνδρου προτέρου καὶ προσρηθέντος ὑπ᾽ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν, ἅτε καὶ ἐκ πολλοῦ γνωρίμου καὶ συνήθους ὄντος, μετὰ τοῦτο προσῄειν ἐγώ. προσειπόντος δὲ κἀμοῦ καὶ στάντος ἐθαύμασεν αὐτοκράτωρ, ὡς οὐ καὶ αὐτὸς προσελθὼν φιλήσαιμι. κἀγὼ εἶπον ὅτι θεραπευτὴς εἴην τοῦ Ἀσκληπιοῦ: τοσοῦτον γάρ μοι ἤρκεσεν εἰπεῖν περὶ ἐμαυτοῦ. πρὸς οὖν τοῖς ἄλλοις, ἔφην, καὶ τοῦτο θεός μοι παρήγγειλε μὴ φιλεῖν οὑτωσί: καὶ ὃς, ἀρκεῖ, ἔφη. κἀγὼ ἐσίγησα. καὶ ὃς ἔφη, καὶ μὴν θεραπεύειν γε παντὸς κρείττων Ἀσκληπιός. πέμπτῃ ἐφαίνετο μὲν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ἐν τῷ ὄρει τῷ Μιλύᾳ: ἐδόκει δὲ οἰκήματα ἄττα προσγεγενῆσθαι, καὶ ὄνομα εἶναι τῷ χωρίῳ Ἐλεφαντίνη ἀπὸ [p. 452]Ἐλεφαντίνης τῆς ἐν Αἰγύπτῳ. ἔχαιρον δὴ καὶ κατ᾽ αὐτὰ τὰ οἰκήματα καὶ κατὰ τὴν οἰκειότητα τοῦ τόπου τῷ τόπῳ: καὶ δὴ καὶ ἱερέα εἶναι τοῦ θεοῦ τὸν τῆς Ἴσιδος τῆς ἐν Σμύρνῃ ἱερέα, παρ᾽ ᾧπερ καὶ κατάγεσθαι καὶ ἐνθυμεῖσθαι πρὸς ἐμαυτὸν ὅτι πολλά μοι πρὸς αὐτὸν οἰκεῖα ὑπάρχοι ἐκ πολλοῦ: καί τι καὶ τυγχάνειν παρ᾽ αὐτοῦ πρόσθεν ἐωνημένος, ἔπειτα ὑπόλοιπόν τι ἔχων ἐθέλειν ἀλλάξασθαι. κἀκ τούτου δὴ ἐδόκουν εἰπεῖν τινὰ κοιφὶ μετὰ οἴνου: λαβεῖν τε δὴ εὐθὺς αὐτὸ ὡς ἴαμα καὶ σκοπεῖν εἴτε τῷ προσώπῳ δέοι προσθέσθαι εἴτε καὶ τοῖς ἐντός. καί τινος εἰπόντος ὅτι ἐπικάοι ὅπου ἐπιτεθείη, ἐνθυμηθῆναι ὡς ἐπιτηδείως ἔχοι παντὸς μᾶλλον ψύξεως εἶναι φάρμακον. καί πως ἐκ τούτων εἰπεῖν πρὸς τὸν ἱερέα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: