previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, τι χρὴ ποιεῖν. ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς: οὐχὶ ταῦτ᾽, εἶπεν, [p. 236] Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου; ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατ᾽ ἄνδρα διανεμηθῆναι, ἕτερον δ᾽, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν; ὁμολογησάντων δ᾽ αὐτῶν: [2] εἶεν δή: σὺ μέν, εἶπεν, Κάσσιε, ἀμφότερα ταῦτ᾽ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς. Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά; ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος. [3] εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας δήμαρχος εἰς τὸν ὄχλον εἶπεν: ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δ᾽ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δ᾽ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, μὲν δίδοται δοται παρ᾽ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δ᾽ ἀμφισβητοῦσιν, [4] ἀναβαλώμεθα. ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, τι χρὴ πράττειν, Κάσσιος καὶ οὔτ᾽ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπ᾽ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε [p. 237] μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλ᾽ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον: καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν. [5] οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ δι᾽ ὀλίγου μεστὴ ξένων ἦν πόλις. ταῦτα μαθὼν Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν. δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ νόμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: