previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν [p. 225] εἰσέβαλεν. ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ Μάρκιος ἔδρασεν, ὅτ᾽ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν. ὡς δ᾽ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν. [2] ἦν δ᾽ χῶρος μεταξὺ τῶν στρατοπέδων, ἐν τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη. μαθόντες δὲ τοῦθ᾽ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτ᾽ αὐτῷ δοκεῖ κράτιστον εἶναι. [3] κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τ᾽ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους: καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τ᾽ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τ᾽ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τ᾽ αὖ καὶ φυλακὰς παραπλήσιον. [4] μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον [p. 226] ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατ᾽ ἀλλήλων παρείχετο. οἱ δ᾽ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν. [5] ἔπειθ᾽ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς. [6] περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν: ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δ᾽ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων [p. 227] [7] ἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας: ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο. [8] Τύλλος δ᾽ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος: ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρ᾽ ἄλκιμος, στρατηγῆσαι δ᾽ οὐχ ἱκανός: ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει. τῶν δ᾽ ἄλλων Οὐολούσκων, ἐπειδὴ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν. [9] ἀφικομένων δ᾽ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δ᾽ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν. οὐ μέντοι τὴν αὐτήν γ᾽ ἀμφοτέροις: ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν [p. 228] τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο: καὶ εἰσήλασεν ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος. Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν: δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα: [10] καὶ εἰσῆλθεν ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: