previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μάρκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν, ἀνὴρ καὶ τὰ πολέμια ἄριστος τῶν καθ᾽ ἡλικίαν καὶ [p. 215] πρὸς ἁπάσας τὰς ἡδονάς, ὅσαι ἄρχουσι νέων, ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης διὰ τιμωριῶν δέος ἀκούσιος ἀποδιδούς, ἀλλ᾽ ἑκών τε καὶ πεφυκὼς πρὸς αὐτὰ εὖ, καὶ οὐδ᾽ ἐν ἀρετῆς μοίρᾳ τὸ μηθὲν ἀδικεῖν τιθέμενος, οὐ μόνον τ᾽ αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν: [2] μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ εἰς ἐπανόρθωσιν ὧν ἑκάστῳ δέοι τῶν φίλων, ὁπότε γνοίη, προχειρότατος, τά τε πολιτικὰ πράττειν οὐδενὸς χείρων τῶν ἀριστοκρατικῶν: καὶ εἰ μὴ τὸ στασιάζον τῆς πόλεως ἐμποδὼν αὐτοῦ τοῖς πολιτεύμασιν ἐγένετο, μεγίστην ἂν Ῥωμαίων πόλις ἐπίδοσιν εἰς ἡγεμονίαν ἐκ τῶν ἐκείνου πολιτευμάτων ἔλαβεν. ἀλλ᾽ οὐ γὰρ ἐν δυνατῷ ἦν ἅμα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύσεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντ᾽ ἀγαθός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: