previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτ᾽ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν. τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον φθόνον ἤνεγκε. [2] διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας: αὗται δ᾽ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφ᾽ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ δι᾽ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς [p. 231] τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλ᾽ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας. [3] ἦν τ᾽ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον: αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν: καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον: ἐνθυμούμενος δ᾽ ὅτι τοῖς βασιλείας τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο: καὶ αὐτίκα οὐθενὶ προειπών: ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν. [4] καὶ εἰ μὲν ἄχρι τοῦδ᾽ ἐλθὼν ἠρκέσθη, τάχ᾽ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε: νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη. Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ [p. 232] προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: