previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο: καὶ μετὰ ταῦταπαῖεκαὶβάλλεφωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν. ἐρριμμένου δ᾽ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτ᾽ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τ᾽ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν [p. 214] φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ [2] τινὰ ἀποκτεῖναι καὶ ταῦθ᾽ ἡγεμόνα. μάλιστα δ᾽ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν. [3] ἐπειδὴ δὲ πάντ᾽ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις: καὶ κομίσαντες εἰς τὸ προάστειον, μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετ᾽ οἰμωγῆς τε καὶ [4] δακρύων. ἔπειτα κατασφάξαντές τ᾽ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλλων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: