previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους λόγος ἔστι, τοὺς λέγονταςἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;’ ὥσπερ εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώςἰσχνὸς οὖν γένωμαι καὶ κενός;’ τί δ᾽ οὐ μέλλεις, ἵν᾽ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς: καὶ ἀκτήμων, ἵνα μὴ κτῆμ᾽ ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχν᾽ ἐκβάλλειν, ἕτερος 1 παρὼν [p. 144]καὶ τί δεινόν;’ εἶπενοὐ γὰρ τὰ σεαυτοῦ σπλάγχν᾽ ἐκβάλλεις, ἀλλὰ τὰ 2 τοῦ νεκροῦ ὃν ἄρτι 3 ἐσπαράττομεν.’ καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε. ‘ νὴ Δίαφησὶνἀλλ᾽ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπεκαὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρ᾽ γεννήσας ἐποίησεν, ἀλλ᾽ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δ᾽ Ὀδυσσεῖ τὴν ἐσθῆτα Καλυψὼ περιέθηκενεἵματ᾽ ἀμφιέσασα θυώδεα 4χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλ᾽ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον
νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος
5
καὶ διασωθεὶς οὔτ᾽ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγωνἀπόδος;’
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον:
6 σὺν δ᾽ 7 εὖρός τε νότος τ᾽ ἔπεσε ζέφυρός τε δυσαής
τόκων τόκοις ἐπικυλισθέντων δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος: ἀλλ᾽ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν [p. 145] ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δ᾽ Θηβαῖος ὑπ᾽ οὐδενὸς ἀπαιτούμενος οὐδ᾽ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας 8 δὲ τὴν . χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσανμὰ τοὺς θεούςεἶπενἐμὲ ταῦτα τἀγαθὰ 9 οὐκ ἀπολεῖ, ἀλλ̓ἐγὼ ταῦτα: καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν. οἱ δ᾽ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. δουλεύοντες ὑπαργυρεύοντες 10 ἀνέχονται, καρτεροῦσιν, ὡς Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθ᾽ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον καὶτὸν οἶνον ἔχωφησὶτοσούτουκαὶ πρόσγραφον 11 ἔδωκε τῆς τιμῆς δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: