previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταῦτα μὴ μ᾽ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς:
οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν 1 ἵππους:
[p. 140] ἀλλ᾽ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατ᾽ ἰδίαν δ᾽ οὕτως ἑκάτερα σκοπῶμεν. Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον ἄνθρωπε, τί τῷ γήρᾳἔφηπολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδ᾽ ἀφαιροῦ τῆς πενίας, μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον
οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε 2 τὸν 3 βοῦν
πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτ᾽ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν ἔστι καὶ 4 φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαιἀπόδος

1 Hom. A 154

2 ib. R: ἐπίθετέ μοι

3 vid. Leutsch. II p. 592

4 ἔστι καὶ τὸ?

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: