previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼνΜουσώνιεεἶπεν Ζεὺς σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεταικαὶ Μουσώνιος μειδιάσας εἶπενοὐδὲ δανείζει γὰρ [p. 141] Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική 1 τις αὕτη τυφομανία: τί γάρ σε δεῖ 2 τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν: ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς 3, κολοιούς τί οὖν γε 4 σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστ᾽ ἀπ᾽ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα;
καὶ μὴν Μίκκυλον 5 εἰσεῖδον 6
φησὶν Κράτης 7
τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι 8.
Κλεάνθη δ᾽ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; ‘ἀλεῖς ἔτι, Κλέανθες’; ‘ ἀλῶφησὶν βασιλεῦ: ποιῶ ἕνεκα τοῦ ζῆν: μόνος δ᾽ ἀποστῆναι μηδὲ φιλοσοφίας. 9ὅσον τὸ φρόνημα τἀνδρός 10, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας [p. 142] πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτ᾽ ἔργα. τοιγαροῦν ἵν᾽ ἐλεύθεροι 11 ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων: ἀλλ᾽ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδ᾽ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως 12 πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους 13. δ᾽ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δ᾽ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους 14 δαίμονες :
αἰθέριον μὲν 15 γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ᾽ ἐς 16 χθονὸς οὖδας ἀπέπτυσε 17: γαῖα δ᾽ ἐς αὐγὰς
ἠελίου ἀκάμαντος: δ᾽ αἰθέρος ἔμβαλε δίναις:
[p. 143] ἄλλος δ᾽ ἐξ ἄλλου δέχεται τοκιστὴς πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον μένειν, δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν : οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες: αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον 18 ἐξερῶντες 19, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι: καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δ᾽, ὅσαι τοῦ ἔτους ὧραι, μετ᾽ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι: δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: