next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πλάτων ἐν τοῖς Νόμοις 1 οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρ᾽ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον: γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι: δεῖν 2 δὲ μεταλαμβάνειν τἀλλοτρίου 3 τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους: ἀπορίᾳ γὰρ βοηθεῖν 4 τὸν νόμον. ἆρ᾽ οὐ 5 δὴ ἔδει καὶ 6 περὶ χρημάτων εἶναι 7 νόμον, ὅπως μὴ δανείζωνται παρ᾽ ἑτέρων μηδ᾽ ἐπ᾽ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δ᾽ ὑπὸ τρυφῆς καὶ μαλακίας πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρ᾽ ἑτέρων, μὴ δεόμενοι: τεκμήριον δὲ μέγα: τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τιν᾽ ἑαυτοῖς κτᾶσθαι: καὶ μάρτυρα δίδωσι καὶ [p. 135] βεδε ½ἰτανδο αερε ἀλιενο. βαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι 8, δέον ἔχοντα μὴ δανείζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: