previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅθεν αὐτοὶ καθ᾽ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν 1 ἐξετάζωμεν 2, τὸ μὲν γὰρ: σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. λίθος φύσει σκληρός, κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις: φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος: ἑαυτῷ κοῦφα καὶ βαρέα 3καὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον. ἔξεστι δ᾽ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο 4 “” 5 τοῦ δ᾽ Ἀλκμᾶνος, ὡς γράψας τοὐπιγραμμάτιον 6 πεποίηκε,
Σάρδιες, ἀρχαῖος 7 πατέρων νομός 8, εἰ μὲν ἐν ὑμῖν
9 ἐτρεφόμην, κερνᾶς 10: ἦν τις ἂν 11 βακέλας 12
χρυσοφόρος, ῥήσσων καλὰ 13 τύμπανα: νῦν δέ μοι Ἀλκμὰν [p. 552]
οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, 14
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, 15 αἵ με τυράννων
θῆκαν Δασκύλεω κρείσσονα 16 καὶ Γύγεω.
τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: