previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ἐπονείδιστον φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλ᾽ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, δι᾽ ὃν ἥκουσι 1 νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλ᾽ αὐτὸς ἐποίησε. τῇ δ᾽ Ἐλευσῖνι τί [p. 572] λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτιΦρυγία σού ἐστιν μήτηρ;’ ‘καὶ γὰρ τῶν θεῶντί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃκαὶ γὰρ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδ᾽ αὐτὸς ἐπανῆλθε
Φοίνιξ πεφυκώς, ἐκ: δ᾽ ὁρίζεται 2 γένος,'
εἰς τὰς Θήβας παραγενόμενος, ‘εὔιον ὀρσιγύναικα 3 Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς;’’ καὶ περὶ μὲν ὧν Αἰσχύλος 4 ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών
ἁγνόν τ᾽ Ἀπόλλω 5 φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν
εὔστομά μοι κείσθωκαθ᾽ Ἡρόδοτον: δ᾽ Ἐμπεδοκλῆς 6 ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας
ἔστιν 7 ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ 8,
δαίμονες 9 οἵ τε μακραίωνος 10 λελόγχασι βίοιο: [p. 573]
τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι.
τὴν 11 καὶ ἐγὼ νῦν εἶμι 12 φυγὰς θεόθεν καὶ ἀλήτης:
οὐχ ἑαυτόν, ἀλλ᾽ ἀφ᾽ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλ᾽ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν: τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο , τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων: τὸ δ᾽ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις: εἶθ᾽, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν Πλάτων 13, ‘ὀστρέου τρόπονἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν 14
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου 15 μήκεος ὄλβου
16 μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον Σκῦρον ἀλλ᾽ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν 17 μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς 18 ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν τρέφεται καὶ βλαστάνει βέλτιον: ἀνθρώπου δ᾽ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδ᾽ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλ᾽ Ἀναξαγόρας [p. 574] μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπ᾽ αὐτῶν: τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: