previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν Καλλίμαχος 1 τό
μὴ μετρεῖν 2 σχοίνῳ Περσίδι τὴν σοφίην;
ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ
σπείρω δ᾽ ἄρουραν δώδεχ᾽ ἡμερῶν ὁδόν,
3 Βερέκυντα 4 χῶρον
εἶτα μετ᾽ ὀλίγον λέγοντος
οὑμὸς δὲ πότμος 5 οὐρανῷ κυρῶν ἄνω, [p. 561]
ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε:
γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν;
δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον
ἑκὰς ἀνδρῶν 6 ἀλφηστάων
καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων
ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ,
7 τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δ᾽ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία 8 φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας; δ᾽ Ἀκαδήμεια, 9 τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθ᾽ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος 10 Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας
εἵλετο ναίειν
ἀντ᾽ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες [p. 562] Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ποιητής,
Λῆμνον δ᾽ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος:
11 καὶ
ὅσσον Λέσβος ἄνω, μακάρων 12 ἕδος, ἐντὸς ἐέργει:
13 καί
Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον: 14
καὶ
οἳ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων 15
νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα.
καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.

1 Καλλίμαχος] fr. 481 ed. Schneiderus

2 μετρεῖν] om. mei

3 Nauck. p. 52

4 Βερέκυντα Strabo p. 580: βερέκυνθα

5 οὐμὸς δὲ πότμος Porsonus: θυμὸς δέ ποθ᾽ ἁμὸς

6 ἀνδρῶν Homerus ζ 8: ἄλλων

7 id. ζ 204

8 ποία] om. mei codd.

9 Ἀκαδήμεια *: ἀκαδημία

10 Θεόκριτος] Mueller. 2 p. 86

11 Hom. Ξ 230

12 μακάρων] Μάκαρος Homerus

13 id. Ω 544

14 id. Ι 668

15 ιδ. β 625

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: