previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ ταῦτα μέν, φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα 1;
πόντος ἁλὸς, πολεῖς 2 ἀέκοντας ἐρύκει:
[p. 564] σοὶ δ᾽ οὐχ ἑνὸς δεδομένου μόνον, 3 ἀλλ᾽ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων μιᾶς κώλυσις. ἀλλὰ μὴν τῷοὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδ᾽ ἀγωνοθετοῦμενἀντίθες 4 τὸοὐ στασιάζομεν οὐδ᾽ 5 ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος: οὐδὲν οὖν 6 μέλει ἡμῖν 7, ὅστις κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος 8 εἰ ἐπαχθής.’ ἀλλ᾽ 9 ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών
ἣδε δ᾽ ὥστ᾽ ὄνου ῥάχις
10 ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής,
οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου 11 καὶ τῷ , μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπι᾽ ἐν Πίσῃ Νέμε᾽ ἐν 12 Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ φιλοθέωρος: εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος: τὸ τοῦ ΔιογένουςἈριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ [p. 565] Φιλίππῳ , Διογένης, ὅταν Διογένειμήτε πραγματείας μήτ᾽ ἄρχοντος μήθ᾽ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: