previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν λέγει καθ᾽ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος: “” 1 ταῦτα πρώτως 2 οὐκ ὀρθῶς οὐδ᾽ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸμὴ λέγειν τις φρονεῖ,’ ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν ἵν᾽ ἀσφαλές. 3
ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι [p. 569] μένοντας φεύγοντας ἀνάγκη φέρειν: ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται: θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, 4 Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν πατρίς σε τοιοῦτον ὄντ᾽ ἐξέβαλε,'’ ‘ναίεἶπεμὴ δυναμένη φέρειν ὥσπερ Σεμέλη τὸν Διόνυσον.’ ἐπιδείξαντος δ᾽ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντοςοὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας:’ ‘τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ὑπὸ γῆς σήπεται; 5 τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς; κατάσκοπος, ναί, κατάσκοπος ἔφη τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος;τί δέ; Ἀννίβας Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα 6 φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπώνσὺ τί κρέας λέγει σκοπεῖς, 7 οὐ τί [p. 570] νοῦν ἔχων ἄνθρωπος;ἀλλ᾽ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν 8 ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴνἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ.’ 9 τὰ δ᾽ ἑξῆς τοῦ Εὐριπίδου ποῖὰ τιν᾽ ἐστίν; “” 10 καὶ τοῦτο τῆς ἀβελτερίας 11 ἔγκλημα μᾶλλον τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδ᾽ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλ᾽ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. “” ταῦτ᾽ ἢδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ [p. 571]
πολλοὶ δὲ 12 Δαναῶν καὶ Μυκηναίων ἄκροι
13 πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δ᾽ ἐμοὶ
διδόντες.
ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης:
ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα 14
15 γόνιμον ἐν γάμοις,
ἀνυμέναια δ᾽ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς:.
ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν: δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθ᾽ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν.

1 Eur. Phoen. 388

2 πρώτως] ὁρᾷς ὡς R. Bene habet. cf. Thesaurus in v. Fort. etiam respecitur ad p. 570 lin. 6 τὰ δ᾽ ἑξῆς

3 Nauck. p. 486

4 ὃς] mei codd.

5 τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ὑπὸ γῆς σήπεται; supplevi ex p. 499 d

6 ὄντα βασιλέα?

7 σκοπεῖς Madvigius: ποιεῖς

8 κἀγαθῶν *: καὶ ἀγαθῶν

9 ex Demosth. 19, 208

10 Eur. Phoen. 396

11 ἀβελτερίας hic et infra Duebnerus: ἀβελτηρίας

12 δὲ Euripides

13 Eur. Phoen. 430

14 ἐγὼ δ᾽ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις Euripides

15 ib. 345

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: