previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δ᾽ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδ᾽ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς 1 ἔχοντα τὰ δὲ πῶς 2 ἔχοντα πρὸς ἡμᾶς: ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα: πῶς 3 δ᾽ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν: ἀμφοῖν δὲ τοῦ λόγου [p. 155] θεωρητικοῦ ὄντος, 4 τὸ μὲν περὶ τὰ ἁπλῶς 5 ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι: τὸ δ᾽ ἐν τοῖς πῶς 6 ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν: ἀρετὴ δὲ τούτου μὲν φρόνησις ἐκείνου δ᾽ σοφία. διαφέρει δὲ σοφίας φρόνησις, τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ: λόγον φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δ᾽ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς: ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ 7 καὶ 8 ὡσαύτως ἔχοντα. καὶ καθάπερ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς 9 ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλ᾽ οἶδεναἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτ᾽ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτωνοὕτως θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι: τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται: τὴν δ᾽ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ᾽ ὑπερβάλλῃ μήτ᾽ ἐγκαταλείπῃ τὸν καιρόν. [p. 156] τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ᾽ ἁμαρτάνεται: 10 τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ᾽ ἄλλοτ᾽ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον προαπολείποντες. τοῦτ᾽ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπ᾽ ἀρρωστίας καὶ μαλακίας δέους καὶ ὄκνου προενδίδωσιν 11 ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δ᾽ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον: ἀλλ᾽ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις 12 αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, δ᾽ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία 13 τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδ᾽ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει [p. 157] καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: