previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κοινῶς δ᾽ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται: καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ 1 τῆς ψυχῆς μέρος, δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι᾽ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθ᾽ ἕξιν διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ: λέγεσθαι δ᾽ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται: καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος: τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ 2 τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν: ὅτι δ᾽ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλὴσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ [p. 150] μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων 3 συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδ᾽ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλ᾽ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δ᾽ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν τ᾽ ἀνθρώπου ψυχὴ μέρος τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις οὐχ ἁπλῆ τίς ἐστιν οὐδ᾽ ὁμοιοπαθής, ἀλλ᾽ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν: ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξ ἑαυτοῦ 4 δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον 5 συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται , τὸ δ᾽ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δ᾽ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν, θυμοειδές. ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ [p. 151] ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν 6 πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, 7 ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως. τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος: ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς καταπέφυκε: 8 τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον διεφθαρμένον ὑφ᾽ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: