previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττον᾽ [p. 172] εἶναι καὶ χείρονα κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος; οὕτω γὰρ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος. φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος: καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς 1 αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίγνεται μικρὰ καὶ ἀσθενής: ἰσχύει δὲ μᾶλλον λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δ᾽ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δ᾽ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς: ἀλλ᾽ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς [p. 173] σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν. 2 τοῦ δ᾽ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλ᾽ αὐτὸ καθ᾽ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύ᾽ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: