previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δ᾽ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν: ὧν ὁμοῦ τι πάντων ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς: καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλ᾽ ἀναγκαίαν οὖσαν, οὐδ᾽ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλ᾽ ᾗπερ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν [p. 174] καὶ περιίστασθαι 1 τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι: καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν λογισμός, οὐκ ἐκνευρίσας οὐδ᾽ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν :
ὑφ᾽ ἅρμασι γὰρ ἵππος
ὥς φησι Πίνδαρος 2
ἐν δ᾽ ἀρότρῳ βοῦς:
κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν.
ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς: θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ νέμεσις ἐπὶ τοὺς παρ᾽ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμ᾽ ἀνοίᾳ 3 καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν φιλανθρωπίας ἔλεον τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδ᾽ ἀποτήξειεν. 4 εἰ δ᾽ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδ᾽ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορθοῦσιν ἀλλ᾽ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ [p. 175] ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾁδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν, 5 ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότητος. οἰδοῦντι 6 γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον 7 τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον. καὶ καλῶς Ὅμηρος 8 εἰπών
τοῦ δ᾽ ἀγαθοῦ οὔτ᾽ ἂρ τρέπεται χρὼς οὔτε 9 τι λίην
ταρβεῖ
τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, δὲ δίκαιος οὐκ 10 ὠμὸς οὐδὲ πικρὸς ἔσται. τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς 11 ἀργότερος; λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος. ταῦτα δ᾽ ἀμέλει καὶ οἱ νομοθέται [p. 176] συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους: πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, φησιν Πλάτων, 12 τὸν τεχνίτην καὶ διηκριβωμένον μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον: καὶ τοὺς θεοὺς Ὅμηρος 13 ἐμποιεῖν φησι τοῖς ἀνθρώποις,
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν:
καὶ
οὐχ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται: 14
καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας: ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι: καὶ γὰρ νουθεσία καὶ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί: καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις. καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, ‘τί δ᾽ ἐκεῖνοςεἶπενἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκενοὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ [p. 177] σωτήριον ἁφὴν ἁπτόμενος λόγος καὶ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἣδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: