Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὔηνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν,
ἣν παρθένον ἐφρούρει. καὶ Ἴδας ὁ Ἀφαρέως
ἀρπάσας ἐκ χοροῦ ἔφυγεν. ὁ δὲ πατὴρ διώξας καὶ
μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος ἐν
πρώτῳ Αἰτωλικῶν.
Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δ᾽ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον
παίζουσαν ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα ἥρπασε
καὶ ἦγεν εἰς Ῥώμην. ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ
μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον
ποταμόν, ὃς Ἀνίων μετωνομάσθη: τῇ δὲ Σαλίᾳ
συγγενόμενος Κάθητος ἐποιήσατο Λατῖνον καὶ Σάλιον,
ἀφ᾽ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος: ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ
ἐν τρίτῳ Ἰταλικῶν.