Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν
Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις
ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων.
εὐωχουμένοις δ᾽ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος: καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους,
[p. 264]
‘
οὕτως ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες’ καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν: ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν.
Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες
ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον.
συμβαλὼν δ᾽ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως
τρωθεὶς μεθ᾽ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ
καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.